Δευτέρα 15 Απριλίου 2013

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ


Ἀπολυτίκιον
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος,
ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός·
ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες,
τὰ τῆς νίκης σύμβολα φέροντες,
σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Στιχηρὰ Ἰδιόμελα
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός,
ἐπὶ πώλου ἀλόγου, ἦλθε σήμερον καθεζόμενος
ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ,
ὃν τὰ Χερουβὶμ μετὰ δέους ἀτενίσαι οὐ δύνανται.
Παῖδες ἀνευφήμησαν, μετὰ βαΐων καὶ κλάδων,
τὸν αἶνον μυστικῶς ἀναμέλποντες.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
τῷ ἐλθόντι σῶσαι ἐκ πλάνης, ἄπαν τὸ γένος ἡμῶν.
Η ευαγγελική περικοπή που περιγράφει την Είσοδο στα Ιεροσόλυμα:
κατά Ιωάννην, κεφάλαιο ιβ, 12-18.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου