Δευτέρα 30 Δεκεμβρίου 2019

Ότε εν τω τάφω σαρκικώς θέλων συνεκλείσθης…


«Ὅτε ἐν τῷ τάφῳ σαρκικῶς θέλων συνεκλείσθης ὁ φύσει τῇ τῆς Θεότητος μένων ἀπερίγραπτος καὶ ἀδιόριστος, τὰ θανάτου ἀπέκλεισας ταμεῖα καὶ ᾍδου ἅπαντα ἐκένωσας, Χριστὲ, βασίλεια…»
(Μ.Παρασκευή – Εσπερινός της Αποκαθήλωσης)

του Νεκτάριου Δαπέργολα, Διδάκτορα Ιστορίας
αρθρογραφεί για katanixi.gr
Σήμερον κατῆλθες εἰς τὸν θάνατον ἡ ζωὴ ἡ ἀθάνατος καὶ ἐν τάφῳ ὑπὲρ τοῦ παντὸς κατετέθης ὁ Λυτρωτὴς τοῦ παντός. Σήμερον ᾍδης γοερῶς στενάζει, συναντήσας Σοι κάτω κατάστικτον τοῖς μώλωψι. Καὶ ἐπικράνθη, ὅτι λαβὼν σῶμα Θεῶ περιέτυχεν καὶ γῆν δεξάμενος συνήντησεν οὐρανῶ. Ἐπικράνθη καὶ τῇ ἀστραπῇ τῆς Θεότητος ἐνεκρώθη.
Σήμερον ὁ ἥλιος τὰς ἀκτίνας ἀπεβάλετο, μὴ φέρων καθορᾶν Θεὸν ὑβριζόμενον, καὶ τρόμῳ ἀπηνεῖ τὰ χθόνια ἐκλυδωνίσθη, θεωροῦντὰ Σε γυμνὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον. Καὶ φρίττουσι τὰ σύμπαντα, Σὲ τὴν τῶν πάντων Αἰτίαν καθορῶντα τὰ πάντα προσειμένον, ἴνα ἡμᾶς ἐκ τοῦ βυθοῦ ἀναγάγῃς. Ὑπὸ τοῖς ἄστροις δεσμώτης ἑκουσίως κατεδέχθης συρῆναι ὁ τῶν ἄστρων ποιητής καὶ ὑπὸ παρανόμων εἰς κρίσιν ὁ Ὑπὲρ Νόμον τεθῆναι καὶ ἐμπτυσμοῖς καὶ χλεύῃ καὶ λόγοις μιαροῖς ὁ Ὑπὲρ Λόγον καθυβρισθῆναι. Ὁ Ὑπὲρ Νοῦν ἀνόμοις χερσὶν ἐνεπαίχθης καὶ ῥαπίσματα καὶ μάστιγας ὑπέμεινες ὁ Ἀκατάληπτος καὶ ἐν τῷ Κρανίῳ ἀνυψώθης καὶ ξύλῳ αἰσχύνης ἐκρεμάσθης ὁ πάλαι τὴν γῆν κρεμάσας ἐν ὕδασιν. Καὶ τῷ θανάτῳ παρεδόθης καὶ ἐτάφης ὡς θνητός.
Τότε ἐν τῷ τάφῳ σαρκικῶς θέλων συνεκλείσθης. Ἄπνους κατετέθης ἐν σπηλαίῳ ὁ Ἀθάνατος καὶ κατεκλίθης ὡς νεκρὸς ἐν πληγαῖς καὶ μώλωψιν ὁ ἐν τῇ δρακὶ περιέχων τὰ σύμπαντα. Ἀπηνῶς ἔπαθες ὁ Ἀπαθὴς καὶ σινδόνῃ ὡς ἐν σπαργάνοις περιεβλήθης ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ὁ ἐπὶ πτερύγων ἀνέμων περιπατῶν ὡς νέκυς ἐθεάθης κατακείμενος καὶ ὁ Ἀχώρητος παντὶ ὑπὸ γῆν ἐσφραγίσθης. Καὶ εἰς θάνατον φυσίζοον ὁ Ἀείρυτος κατέδυς, ὁ αὐτὸς τὸ πάλαι ἀγχίβροτος γεγώς, ἵνα τὸ ἀνθρώπειον ἀγχίθεον ἀναδύσῃς.
      Ἀλλὰ Σύ εἶ τὸ Φάος. Σύ ἡ ζωὴ τῶν ἁπάντων, ὁ δοτὴρ τῶν ἀγαθῶν, ὁ τῆς φθορᾶς καθαιρέτης, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀνάστηθι οὖν, Κύριε, τὰ ἐρέβη διασκορπίσας καὶ λύσας τοὺς πεπεδημένους. Ἀνάστηθι, τὰ τοῦ Κευθμῶνος σκυλεύσας βασίλεια καὶ τὰ τοῦ πολεμίου κλεῖθρα διασπαράξας καὶ τοὺς μοχλούς συντρίψας καὶ τὸν θάνατον νεκρώσας καὶ ἀφθαρτίσας τὸ βροτεῖον. Ἀνάστηθι ὁ Ἀπερινόητος, ὁ ἐν ὑψίστοις οἰκῶν καὶ ἐν τοῖς κατωτάτοις κατελθών, ὁ Ἀΐδιος ὧν καὶ θνήσκων ἑκών, ὁ πρὸ τῶν Αἰώνων γεννηθείς καὶ σήμερον σταυρωθείς καὶ ὑπὲρ ἡμῶν τυθεὶς, ἐκ τοῦ βορβόρου το πλάσμα τῶν Σῶν χειρῶν ἐπιποθήσας ἀναρρύσασθαι.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ. Ἡμεῖς τὸ ἀχρεῖον γένος. Τὸ γένος τῆς ἀποστασίας. Τὸ τῆ βακχείᾳ του Ἅδου παραδεδομένον. Τὸ πέδαις κραταιαῖς δεδεμένον καὶ τῷ ἄλγει πικρῶς στενάζον. Τὸ τὴν ζοφαλγίαν ἀγάφθεγκτον ἐκουσίως ἐν μυχοῖς συντηροῦν.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ. Ἡμεῖς τὸ τλησίπνουν γένος. Τὸ νεύσαν πρὸς γεώδη καὶ χαμαιτυπίαν ἐνδεδυμένον. Τὸ τοῦ θανάτου κράτει δεδουλωμένον. Τὸ ἐν τῇ σκοτίᾳ ἐξανδραποδισθὲν καὶ ἐν τῇ δουλείᾳ γοερῶς ὀλοφυρόμενον. Τὸ ζόφῳ ταῖς αὐτοῦ φρεσὶ τετρωμένον, τὸ δὲ ἔρεβος ἐν ἑαυτῷ ἐπὶ αἰώνας αἰώνων ἐνέχον ἀγχιβαθῶς ἐπιμανέν.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ. Ἡμεῖς τὸ ἀγνῶμον γένος. Οἱ ἐν τῷ θανάτῳ κατακείμενοι καὶ λέγοντες μὴ εἰδέναι θάνατον. Οἱ ἐμμονικῶς ἀχάριστοι καὶ αὐτοπροαιρέτως ἀνεπίστροφοι. Οἱ καθ’ ἡμέραν ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς χολὴν μετὰ ὅξους Σοι ἀνταποδίδοντες ἀνθ’ ὧν εὐεργετημάτων ἐποίησας ἡμῖν. Οἱ ἀενάως βουλήσει περιπλανώμενοι εἰς ὁδούς ἀπωλείας.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ. Δι’ ὦν ἠθέλησας ἐλευθερῶσαι ἡμᾶς ἐκ τῆς δουλείας. Φώτισον ἡμῖν τὸ σκότος, Λόγε. Χάρισαι ἡμῖν κατάνυξιν καὶ συντριβήν ἐν ταῖς καρδίαις ἡμῶν. Δὸς ἡμῖν λογισμὸν ἐπιστροφῆς καὶ δάκρυα μετανοίας. Ἵνα καὶ ἡμεῖς οἱ ἐν βορβόρῳ καὶ ἐν σκιᾷ θανάτου βεβυθισμένοι τῷ πάθει Σου συσταυρωθῶμεν καὶ συνανιστῶμεν, τῆς φθορᾶς ἀνακληθέντες, καὶ τέκνα Φωτὸς γενώμεθα.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξὸν Σου Ἁνάστασιν…